Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.39 Joseph. AJ 7.43 (English) >>Joseph. AJ 7.47

7.41αὐτὸς δʼ ἐφείπετο μετὰ τῶν γεγηρακότων καὶ τῶν ἐν ἡγεμονίαις ὄντων κοπτόμενός τε καὶ τοῖς δακρύοις ἐνδεικνύμενος τό τε εὔνουν τὸ πρὸς τὸν ζῶντα καὶ τὴν ἐπὶ τεθνηκότι λύπην, καὶ ὅτι μὴ κατὰ τὴν αὐτοῦ γνώμην ἀνῄρηται. 7.42θάψας δʼ αὐτὸν ἐν Γιβρῶνι μεγαλοπρεπῶς καὶ ἐπιταφίους τε συγγραψάμενος θρήνους αὐτὸς ἐπὶ τοῦ τάφου στὰς πρῶτος ἀνεκλαύσατο καὶ παρέδωκε τοῖς ἄλλοις. οὕτως δʼ αὐτὸν Ἀβεννήρου συνέσχε θάνατος, ὡς μηδὲ τροφὴν ἀναγκαζόντων αὐτὸν τῶν ἑταίρων λαβεῖν, ἀλλʼ ὤμοσε γεύσεσθαι μηδενὸς ἄχρι ἡλίου δυσμῶν. 7.43ταῦτʼ εὔνοιαν αὐτῷ παρὰ τοῦ πλήθους ἐγέννησεν· οἵ τε γὰρ πρὸς τὸν Ἀβεννῆρον φιλοστόργως διακείμενοι σφόδρʼ αὐτοῦ τὴν πρὸς αὐτὸν τιμὴν ἀποθανόντα καὶ φυλακὴν τῆς πίστεως ἠγάπησαν, ὅτι πάντων αὐτὸν ἀξιώσειεν τῶν νομιζομένων ὡς συγγενῆ καὶ φίλον, ἀλλʼ οὐχ ὡς ἐχθρὸν γενόμενον ὑβρίσειεν ἀκόσμῳ ταφῇ καὶ ἠμελημένῃ· τό τε ἄλλο πᾶν ὡς ἐπὶ χρηστῷ καὶ ἡμέρῳ τὴν φύσιν ἔχαιρε, τὴν αὐτὴν ἑκάστου λογιζομένου πρόνοιαν εἰς αὑτὸν τοῦ βασιλέως ἐν τοῖς ὁμοίοις τυγχάνοντα τὸν Ἀβεννήρου νεκρὸν ἑώρα. 7.44πρὸς τούτοις οὖν μάλιστα Δαυίδην γλίχεσθαι δόξης ἀγαθῆς ποιούμενον πρόνοιαν ὡς εἰκὸς ἣν οὐθεὶς ὑπενόησεν ὑπʼ αὐτοῦ φονευθῆναι τὸν Ἀβεννῆρον· ἔλεξε δὲ καὶ πρὸς τὸ πλῆθος, ὡς αὐτῷ μὲν οὐχ τυχοῦσα λύπη γένοιτʼ ἀνδρὸς ἀγαθοῦ τετελευτηκότος, οὐ μικρὰ δὲ τοῖς Ἑβραίων πράγμασι βλάβη στερηθέντων αὐτοῦ καὶ συνέχειν αὐτὰ καὶ σώζειν βουλαῖς τε ἀρίσταις καὶ ῥώμῃ χειρῶν ἐν τοῖς πολεμικοῖς ἔργοις δυναμένου.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.39 Joseph. AJ 7.43 (English) >>Joseph. AJ 7.47

Powered by PhiloLogic